Παρασκευή, 11 Νοεμβρίου 2016

Προτεινόμενο κριτήριο αξιολόγησης στο αδίδακτο κείμενο αρχαίων ελληνικών

Επιμέλεια: Σόνια Σιούτη
Καίτοι ὑμεῖς τίνα τρόπον νενομίκατε περὶ τούτων, καὶ πῶς ἔχετε ταῖς διανοίαις, θεωρήσατε. ἄξιον γὰρ ὅμως καίπερ πρὸς εἰδότας διελθεῖν· ἐγκώμιον γὰρ νὴ τὴν Ἀθηνᾶν εἰσι τῆς πόλεως οἱ παλαιοὶ νόμοι καὶ τὰ ἔθη τῶν ἐξ ἀρχῆς ταῦτα κατασκευασάντων, οἷς ἂν προσέχητε, τὰ δίκαια ποιήσετε καὶ πᾶσιν ἀνθρώποις σεμνοὶ καὶ ἄξιοι τῆς πόλεως δόξετ’ εἶναι. ὑμῖν γὰρ ἔστιν ὅρκος, ὃν ὀμνύουσι πάντες οἱ πολῖται, ἐπειδὰν εἰς τὸ ληξιαρχικὸν γραμματεῖον ἐγγραφῶσι καὶ ἔφηβοι γένωνται, μήτε τὰ ἱερὰ ὅπλα καταισχυνεῖν μήτε τὴν τάξιν λείψειν, ἀμυνεῖν δὲ τῇ πατρίδι καὶ ἀμείνω παραδώσειν. ὃν εἰ μὲν ὀμώμοκε Λεωκράτης, φανερῶς ἐπιώρκηκε, καὶ οὐ μόνον ὑμᾶς ἠδίκηκεν, ἀλλὰ καὶ εἰς τὸ θεῖον ἠσέβηκεν· εἰ δὲ μὴ ὀμώμοκεν εὐθὺς δῆλός ἐστι παρασκευασάμενος <ὡς> οὐδὲν ποιήσων τῶν δεόντων, ἀνθ’ ὧν δικαίως ἂν αὐτὸν καὶ ὑπὲρ ὑμῶν καὶ ὑπὲρ τῶν θεῶν τιμωρήσαισθε. βούλομαι δ’ ὑμᾶς ἀκοῦσαι τοῦ ὅρκου.  λέγε, γραμματεῦ.

ΛΥΚΟΥΡΓΟΣ, ΚΑΤΑ ΛΕΩΚΡΑΤΟΥΣ, 75-77

1. Να μεταφράσετε το παραπάνω κείμενο στα νέα ελληνικά.
Μονάδες 20

2. ὑμεῖς, ταῖς διανοίαις, τὴν Ἀθηνᾶν, τὰ ἔθη, τῇ πατρίδι, τὴν τάξιν, ἀμείνω, τῶν δεόντων, τοῦ ὅρκου, γραμματεῦ: Να γράψετε τις άλλες πτώσεις στον ίδιο αριθμό.
Μονάδες 5

3. ἐγγραφῶσι, ἐπιώρκηκε, τιμωρήσαισθε, ἀκοῦσαι: Να αντικαταστήσετε τους τύπους χρονικά.
Μονάδες 5

4. ὑμῖν γὰρ ἔστιν ὅρκος, ὃν ὀμνύουσι πάντες οἱ πολῖται, ἐπειδὰν εἰς τὸ ληξιαρχικὸν γραμματεῖον ἐγγραφῶσι καὶ ἔφηβοι γένωνται, μήτε τὰ ἱερὰ ὅπλα καταισχυνεῖν μήτε τὴν τάξιν λείψειν, ἀμυνεῖν δὲ τῇ πατρίδι καὶ ἀμείνω παραδώσειν: Να επισημάνετε τον εξαρτημένο υποθετικό λόγο που λανθάνει και να τον αναγνωρίσετε.
Μονάδες 10


Δεν υπάρχουν σχόλια: