Πέμπτη, 20 Οκτωβρίου 2016

Κριτήριο αξιολόγησης στο Αδίδακτο Κείμενο αρχαίων ελληνικών

Επιμέλεια θεμάτων: Σόνια Σιούτη

Α. Κείμενο
ΣΩ. Ὁρᾷς, ὦ Ἱππία, ὅτι ἐγὼ ἀληθῆ λέγω, λέγων ὡς λιπαρής εἰμι πρὸς τὰς ἐρωτήσεις τῶν σοφῶν; καὶ κινδυνεύω ἓν μόνον ἔχειν τοῦτο ἀγαθόν, τἆλλα ἔχων πάνυ φαῦλα· τῶν μὲν γὰρ πραγμάτων ᾗ ἔχει ἔσφαλμαι, καὶ οὐκ οἶδ’ ὅπῃ ἐστί. τεκμήριον δέ μοι τούτου ἱκανόν, ὅτι ἐπειδὰν συγγένωμαί τῳ ὑμῶν τῶν εὐδοκιμούντων ἐπὶ σοφίᾳ καὶ οἷς οἱ Ἕλληνες πάντες μάρτυρές εἰσι τῆς σοφίας, φαίνομαι οὐδὲν εἰδώς· οὐδὲν γάρ μοι δοκεῖ τῶν αὐτῶν καὶ ὑμῖν, ὡς ἔπος εἰπεῖν. καίτοι τί μεῖζον ἀμαθίας τεκμήριον ἢ ἐπειδάν τις σοφοῖς ἀνδράσι διαφέρηται; ἓν δὲ τοῦτο θαυμάσιον ἔχω ἀγαθόν, ὅ με σῴζει· οὐ γὰρ αἰσχύνομαι μανθάνων, ἀλλὰ πυνθάνομαι καὶ ἐρωτῶ καὶ χάριν πολλὴν ἔχω τῷ ἀποκρινομένῳ, καὶ οὐδένα πώποτε ἀπεστέρησα χάριτος. οὐ γὰρ πώποτε ἔξαρνος ἐγενόμην μαθών τι, ἐμαυτοῦ ποιούμενος τὸ μάθημα εἶναι ὡς εὕρημα· ἀλλ’ ἐγκωμιάζω τὸν διδάξαντά με ὡς σοφὸν ὄντα, ἀποφαίνων ἃ ἔμαθον παρ’ αὐτοῦ. καὶ δὴ καὶ νῦν ἃ σὺ λέγεις οὐχ ὁμολογῶ σοι, ἀλλὰ διαφέρομαι πάνυ σφόδρα· καὶ τοῦτ’ εὖ οἶδα ὅτι δι’ ἐμὲ γίγνεται, ὅτι τοιοῦτός εἰμι οἷόσπερ εἰμί, ἵνα μηδὲν ἐμαυτὸν μεῖζον εἴπω. ἐμοὶ γὰρ φαίνεται, ὦ Ἱππία, πᾶν τοὐναντίον ἢ ὃ σὺ λέγεις· οἱ βλάπτοντες τοὺς ἀνθρώπους καὶ ἀδικοῦντες καὶ ψευδόμενοι καὶ ἐξαπατῶντες καὶ ἁμαρτάνοντες ἑκόντες ἀλλὰ μὴ ἄκοντες, βελτίους εἶναι ἢ οἱ ἄκοντες. ἐνίοτε μέντοι καὶ τοὐναντίον δοκεῖ μοι τούτων καὶ πλανῶμαι περὶ ταῦτα, δῆλον ὅτι διὰ τὸ μὴ εἰδέναι· νυνὶ δὲ ἐν τῷ παρόντι μοι ὥσπερ κατηβολὴ περιελήλυθεν, καὶ δοκοῦσί μοι οἱ ἑκόντες ἐξαμαρτάνοντες περί τι βελτίους εἶναι τῶν ἀκόντων. 
ΠΛΑΤΩΝΟΣ ΙΠΠΙΑΣ ΕΛΑΣΣΩΝ

Β. Παρατηρήσεις
1.      Να μεταφράσετε το απόσπασμα «Ὁρᾷς, ὦ Ἱππία… ἃ ἔμαθον παρ’ αὐτοῦ» στα νέα ελληνικά.
Μονάδες 20
2.      ἔχειν, εἰδώς, μανθάνων, περιελήλυθεν: Να γράψετε τους άλλους χρόνους εκεί όπου βρίσκεται ο κάθε τύπος.
Μονάδες 7
3.      ἔξαρνος: Να κλίνετε τα τρία γένη στον ενικό και στον πληθυντικό αριθμό.
Μονάδες 3
4.      καίτοι τί μεῖζον ἀμαθίας τεκμήριον ἢ ἐπειδάν τις σοφοῖς ἀνδράσι διαφέρηται; : Να αναγνωρίσετε τον λανθάνοντα υποθετικό λόγο. Στη συνέχεια να συμπτύξετε τη δευτερεύουσα πρόταση σε μετοχή.
Μονάδες 5
5.      Να μετατρέψετε τον πλάγιο λόγο σε ευθύ.
·        καὶ οὐκ οἶδ’ ὅπῃ ἐστί.
Μονάδες 2,5
6.      Να μετατρέψετε τον ευθύ λόγο σε πλάγιο με εξάρτηση αυτή που σας δίνεται.
·        Ὁρᾷς, ὦ Ἱππία, ὅτι ἐγὼ ἀληθῆ λέγω, λέγων ὡς λιπαρής εἰμι πρὸς τὰς ἐρωτήσεις τῶν σοφῶν; (Σωκράτης ἠπόρει)
·        καὶ δὴ καὶ νῦν ἃ σὺ λέγεις οὐχ ὁμολογῶ σοι, ἀλλὰ διαφέρομαι πάνυ σφόδρα. (Σωκράτης λέγει / απαρεμφατική σύνταξη)

Μονάδες 2,5

Δεν υπάρχουν σχόλια: