Τρίτη, 13 Σεπτεμβρίου 2016

ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ ΣΥΝΤΑΚΤΙΚΟΥ ΑΡΧΑΙΩΝ ΕΛΛΗΝΙΚΩΝ

Επιμέλεια ασκήσεων: Σόνια Σιούτη

1) Να εντοπίσετε το υποκείμενο και το/τα αντικείμενο/-α των υπογραμμισμένων τύπων:

  • Δεινὸν δέ μοι δοκεῖ εἶναι, ὦ ἄνδρες δικασταί, εἰ τούτου μὲν ἑνὸς ὄντος καὶ οὐδὲν ὑπὸ τῆς πόλεως ἠδικημένου οὐκ ἐπεχείρησαν δεῖσθαι [ὡς χρὴ] παύσασθαι εἰς ὑμᾶς ἐξαμαρτάνοντα.

  • Χρὴ τοίνυν, ὥσπερ δὴ τούτους ὁρᾶτε προθύμως σῴζοντας τοὺς φίλους, οὕτως καὶ ὑμᾶς τοὺς ἐχθροὺς τιμωρεῖσθαι, εὖ εἰδότας ὅτι τούτοις πρώτοις ἄνδρες ἀμείνους δόξετε εἶναι, ἐὰν παρὰ τῶν ἀδικούντων δίκην λαμβάνητε. 

  • Ἡμεῖς μὲν τοίνυν οὐκ ἠθελήσαμεν ὑπὸ τούτων αἰτούμενοι πεισθῆναι, τὸ δὲ αὐτὸ τοῦτο παρακαλοῦμεν <ὑμᾶς> μὴ πρὸ τῆς κρίσεως μισοπονηρεῖν, ἀλλ’ ἐν τῇ κρίσει τιμωρεῖσθαι τοὺς τὴν ὑμετέραν νομοθεσίαν ἀφανίζοντας· οὕτως γὰρ ἐννόμως διοικηθήσεται τὰ κατὰ τὴν πολιτείαν πάντα.

2) Να εντοπίσετε τις μετοχές και να τις χαρακτηρίσετε συντακτικά:

Καὶ μὴν οὐδὲ τοῦτο εἰκὸς αὐτῷ πιστεύειν, εἴπερ ἀληθῆ λέγει φάσκων ἀντειπεῖν, ὡς αὐτῷ προσετάχθη. οὐ γὰρ δήπου ἐν τοῖς μετοίκοις πίστιν παρ’ αὐτοῦ ἐλάμβανον. ἔπειτα τῷ ἧττον εἰκὸς ἦν προσταχθῆναι ἢ ὅστις ἀντειπών γε ἐτύγχανε καὶ γνώμην ἀποδεδειγμένος; τίνα γὰρ εἰκὸς ἦν ἧττον ταῦτα ὑπηρετῆσαι ἢ τὸν ἀντειπόντα οἷς ἐκεῖνοι ἐβούλοντο πραχθῆναι; ἔτι δὲ τοῖς μὲν ἄλλοις Ἀθηναίοις ἱκανή μοι δοκεῖ πρόφασις εἶναι τῶν γεγενημένων εἰς τοὺς τριάκοντα ἀναφέρειν τὴν αἰτίαν· αὐτοὺς δὲ τοὺς τριάκοντα, ἐὰν εἰς σφᾶς αὐτοὺς ἀναφέρωσι, πῶς ὑμᾶς εἰκὸς ἀποδέχεσθαι; εἰ μὲν γάρ τις ἦν ἐν τῇ πόλει ἀρχὴ ἰσχυροτέρα [αὐτῆς], ὑφ’ ἧς αὐτῷ προσετάττετο παρὰ τὸ δίκαιον ἀνθρώπους ἀπολλύναι, ἴσως ἂν εἰκότως αὐτῷ συγγνώμην
εἴχετε.

3) Να επισημάνετε τις δευτερεύουσες προτάσεις και να τις χαρακτηρίσετε πλήρως:

οὐ γὰρ δὴ οὐδὲ τοῦτο αὐτῷ προσήκει ποιῆσαι, ὅπερ ἐν τῇδε τῇ πόλει εἰθισμένον ἐστί, πρὸς μὲν τὰ κατηγορημένα μηδὲν ἀπολογεῖσθαι, περὶ δὲ σφῶν αὐτῶν ἕτερα λέγοντες ἐνίοτε ἐξαπατῶσιν, ὑμῖν ἀποδεικνύντες ὡς στρατιῶται ἀγαθοί εἰσιν, ἢ ὡς πολλὰς τῶν πολεμίων ναῦς ἔλαβον τριηραρχήσαντες, ἢ πόλεις πολεμίας οὔσας φίλας ἐποίησαν· ἐπεὶ κελεύετε αὐτὸν ἀποδεῖξαι ὅπου τοσούτους τῶν πολεμίων ἀπέκτειναν ὅσους τῶν πολιτῶν, ἢ ναῦς ὅπου τοσαύτας ἔλαβον ὅσας αὐτοὶ παρέδοσαν, ἢ πόλιν ἥντινα τοιαύτην προσεκτήσαντο οἵαν τὴν ὑμετέραν κατεδουλώσαντο. ἀλλὰ γὰρ ὅπλα τῶν πολεμίων <τοσαῦτα> ἐσκύλευσαν ὅσα περ ὑμῶν ἀφείλοντο, ἀλλὰ τείχη τοιαῦτα εἷλον οἷα τῆς ἑαυτῶν πατρίδος κατέσκαψαν; οἵτινες καὶ τὰ περὶ τὴν Ἀττικὴν φρούρια καθεῖλον, καὶ ὑμῖν ἐδήλωσαν ὅτι οὐδὲ τὸν Πειραιᾶ Λακεδαιμονίων προσταττόντων περιεῖλον, ἀλλ’ ὅτι ἑαυτοῖς τὴν ἀρχὴν οὕτω βεβαιοτέραν ἐνόμιζον εἶναι.



4) Να επισημάνετε την υπόθεση και την απόδοση και να αναγνωρίσετε το είδος των υποθετικών λόγων:



  • Ἐάν τις τὸν ἥλιον ἀναιδῶς ἐγχειρῇ θεάσασθαι, τὴν ὄψιν ἀφαιρεῖται.

  • Ἐξῆν ὑμῖν ἐπικουρεῖν αὐτοῖς, εἰ ἐβούλεσθε.

  • Ἐὰν δὲ τοὺς ἐπιφανεστάτους τῶν ἐξαμαρτανόντων τιμωρῆσθε, πάντες πεύσονται.

  • Οὐδὲ ζώῃ ἄν τις, εἰ μὴ τρέφοιτο. 

  • Δίκαια δράσας συμμάχους ἕξεις θεούς.

  • Ταῦτα ποιοῦντες τοὺς θεοὺς βοηθοὺς ἔχοιτ' ἄν.

  • Ὁπότε ἀπίοιεν πρὸς τὸ ἄλλο στράτευμα, ταὐτὰ ἔπασχον.

  • Μαχούμεθα ἕως ἂν οἱ σύμμαχοι ἀφίκωνται.



5) Να αναλύσετε τις μετοχές που εντοπίσατε στην άσκηση 3 στις αντίστοιχες δευτερεύουσες προτάσεις.



6) Να συμπτύξετε τις δευτερεύουσες προτάσεις στο αντίστοιχο είδος μετοχής:

  • Εἰ μὴ φυλάξεις τὰ μικρά, ἀπολεῖς τὰ μείζονα.

  • Ἐπεὶ ἀπορία ἦν, ἐλυπεῖτο σὺν τοῖς ἄλλοις.

  • Δώσω ὑμῖν ἡγεμόνα , ὅς ὑμάς διά τῶν ὀρέων ἄξει.

  • Ὅταν πλεῖστα τις ἔχῃ,τότε πλεῖστοι τούτῳ φθονοῦσιν. 

  • Οἱ δ' Ἀθηναῖοι ἐπηκολούθουν, καίπερ γιγνώσκοντες ὅτι κίνδυνος εἴη κυκλωθῆναι.

  • Ὅτε ἡ ναυμαχία ἐγένετο, ἔτυχεν ἐν Ἀβύδῳ ὤν.

  • Δοκεῖ μοι κατακαῦσαι τάς ἁμάξας, ἵνα μή τά ζεύγη ἡμῶν στρατηγῇ.








Δεν υπάρχουν σχόλια: