Παρασκευή, 12 Ιουλίου 2013

Προτεινόμενο αδίδακτο κείμενο για επεξεργασία

Δεδωκότων, ἄνδρες δικασταί, τῶν νόμων παραγράψασθαι περὶ ὧν ἄν τις ἀφεὶς καὶ ἀπαλλάξας δικάζηται, γεγενημένων ἀμφοτέρων μοι τούτων πρὸς Πανταίνετον τουτονί, παρεγραψάμην, ὡς ἠκούσατἀρτίως, μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην, οὐκ οἰόμενος δεῖν ἀφεῖσθαι τοῦ δικαίου τούτου, οὐδ’, ἐπειδὰν ἐξελέγξω πρὸς ἅπασι τοῖς ἄλλοις καὶ ἀφεικότα τοῦτον ἐμαυτὸν καὶ ἀπηλλαγμένον, ἐγγενέσθαι τούτῳ μὴ φάσκειν ἀληθῆ με λέγειν, καὶ ποιεῖσθαι τεκμήριον ὡς, εἴπερ ἐπράχθη τι τοιοῦτον, παρεγραψάμην ἂν αὐτόν, ἀλλἐπὶ ταύτης τῆς σκήψεως εἰσελθὼν ἀμφότερὑμῖν ἐπιδεῖξαι, καὶ ὡς οὐδὲν ἠδίκηκα τοῦτον καὶ ὡς παρὰ τὸν νόμον μοι δικάζεται.
Δημοσθένους  Παραγραφὴ  πρὸς Πανταίνετον 37, 1

Λεξιλόγιο
  • παραγράφομαι: καταγγέλλω
  • ἀρτίως: μόλις
  • ἐξελέγχω: αποδεικνύω
  • ἡ σκῆψις: το πρόσχημα, η πρόφαση
Σόνια Σιούτη, φιλόλογος

Δεν υπάρχουν σχόλια: