Παρασκευή, 28 Δεκεμβρίου 2012

Προτεινόμενο αδίδακτο κείμενο για επεξεργασία


Ἐξελεγχόμενος δ᾽ ὑπό τε τῶν εἰκότων ὑπό τε τῶν παραγενομένων, οὐδενὶ τρόπῳ οὔτε δικαίως οὔτε συμφερόντως ἀπολύοιτ᾽ ἂν ὑφ᾽ ὑμῶν. οἵ τε γὰρ ἐπιβουλεύοντες ἀνεξέλεγκτοι ἂν εἶεν, εἰ μήθ’ ὑπὸ τῶν παραγενομένων μήθ’ ὑπὸ τῶν εἰκότων ἐξελέγχονται· ἀσύμφορόν θ᾽ ὑμῖν ἐστὶ τόνδε μιαρὸν καὶ ἄναγνον ὄντα εἴς τε τὰ τεμένη τῶν θεῶν εἰσιόντα μιαίνειν τὴν ἁγνείαν αὐτῶν, ἐπί τε τὰς αὐτὰς τραπέζας ἰόντα συγκαταπιμπλάναι τοὺς ἀναιτίους· ἐκ γὰρ τούτων αἵ τ᾽ ἀφορίαι γίγνονται δυστυχεῖς θ᾽ αἱ πράξεις καθίστανται. οἰκείαν οὖν χρὴ τὴν τιμωρίαν ἡγησαμένους, αὐτῷ τούτῳ τὰ τούτου ἀσεβήματα ἀναθέντας, ἰδίαν μὲν τὴν συμφοράν, καθαρὰν δὲ τὴν πόλιν καταστῆσαι.
Ἀντιφῶντος, Τετραλογία Α΄ α, Κατηγορία φόνου ἀπαράσημος, 10-11

Σόνια Σιούτη, φιλόλογος

Δεν υπάρχουν σχόλια: