Κυριακή, 23 Δεκεμβρίου 2012

Προτεινόμενα αδίδακτα κείμενα για επεξεργασία

ΥΠΕΡ ΕΥΞΕΝΙΠΠΟΥ ΕΙΣΑΓΓΕΛΙΑΣ ΑΠΟΛΟΓΙΑ ΠΡΟΣ ΠΟΛΥΕΥΚΤΟΝ

[col. 18] Ἀλλ' ἔγωγε ὦ ἄνδρες δικασταί, ὅπερ καὶ πρὸς τοὺς παρακαθημένους ἀρτίως ἔλεγον, θαυμάζω, εἰ μὴ προσίστανται ἤδη ὑμῖν αἱ τοιαῦται εἰσαγγελίαι. τὸ μὲν γὰρ πρότερον εἰσηγγέλλοντο παρ' ὑμῖν Τιμόμαχος καὶ Λεωσθένης καὶ Καλλίστρατος καὶ Φίλων ὁ ἐξ Ἀναίων καὶ Θεότιμος ὁ Σηστὸν ἀπολέσας καὶ ἕτεροι τοιοῦτοι· καὶ οἱ μὲν αὐτῶν ναῦς αἰτίαν ἔχοντες προδοῦναι, οἱ δὲ πόλεις Ἀθηναίων, ὁ δὲ ῥήτωρ ὢν λέγειν μὴ τὰ ἄριστα τῶι δήμωι· καὶ οὔτε τούτων πέντε ὄντων οὐδεὶς ὑπέμεινε τὸν ἀγῶνα, ἀλλ' αὐτοὶ ᾤχοντο φεύγοντες ἐκ τῆς πόλεως, οὔτ' ἄλλοι
[col. 19] πολλοὶ τῶν εἰσαγγελλομένων, ἀλλ' ἦν σπάνιον ἰδεῖν ἀπ' εἰσαγγελίας τινὰ κρινόμενον ὑπακούσαντα εἰς τὸ δικαστήριον· οὕτως ὑπὲρ μεγάλων ἀδικημάτων καὶ περιφανῶν αἱ εἰσαγγελίαι τότε ἦσαν. νυνὶ δὲ τὸ γιγνόμενον ἐν τῆι πόλει πάνυ καταγέλαστόν ἐστιν. Διογνίδης μὲν καὶ Ἀντίδωρος ὁ μέτοικος εἰσαγγέλλονται ὡς πλέονος μισθοῦντες τὰς αὐλητρίδας ἢ ὁ νόμος κελεύει, Ἀγασικλῆς δ' ὁ ἐκ Πειραιέως, ὅτι εἰς Ἁλιμουσίους ἐνεγράφ̣η], Εὐξένιππος δ̣' [ὑπ]ὲρ τῶν ἐνυπνίων] ὧν φησιν ἑωρ̣ακέ]ναι· ὧν οὐδεμ̣[ία̣] δήπου τῶν αἰτι[ῶ̣]ν̣ τούτων οὐδὲν
[col. 20] κοινωνεῖ τῷ εἰσαγγελτικῶι νόμωι. Καίτοι ὦ ἄνδρες δικασταὶ ἐπὶ τῶν δημοσίων ἀγώνων οὐ χρὴ τοὺς δικαστὰς πρότερον τὰ καθ' ἕκαστα τῆς κατηγορίας ὑπομένειν ἀκούειν, πρὶν ‹ἂν› αὐτὸ τὸ κεφάλαιον τοῦ ἀγῶνος καὶ τὴν ἀντιγραφὴν ἐξετάσωσιν εἰ ἔστιν ἐκ τῶν νόμων ἢ μή· οὐ μὰ Δία οὐχ ὥσπερ ἐν τῇ κατηγορίᾳ Πολύευκτος ἔλεγεν, οὐ̣ φάσκων δεῖν τοὺς ἀπολογουμένους ἰσχυρίζεσθαι τῷ εἰσαγγελτικῷ νόμωι, ὃς κελεύει κατὰ τῶν ῥητόρων αὐτῶν τὰς εἰσαγγελίας ε[ἶναι περὶ τοῦ λέγει[ν μὴ οὐ τὰ ἄριστα τῶι δήμωι, οὐ κατὰ πάντων
[col. 21] Ἀθηναίων. ἐγὼ δὲ οὔτε πρότερον οὐδενὸς ἂν μνησθείην ἢ τούτου, οὔτε πλείους οἶμαι δεῖν λόγους ποιεῖσθαι περὶ ἄλλου τινός, ἢ ὅπως ἐν δημοκρατίαι κύριοι οἱ νόμοι ἔσονται, καὶ αἱ εἰσαγγελίαι καὶ αἱ ἄλλαι κρίσεις κατὰ τοὺς νόμους εἰσίςασιν εἰς τὸ δικαστήριον· διὰ τοῦτο γὰρ ὑμεῖς ὑπὲρ ἁπάντων τῶν ἀδικημάτων, ὅσα ἔστιν ἐν τῇ πόλει, νόμους ἔθεσθε χωρὶς περὶ ἑκάστου αὐτῶν. ἀσεβεῖ τις περὶ τὰ ἱερά· γραφαὶ ἀσεβείας πρὸς τὸν βασιλέα. φαῦλός ἐστι πρὸς τοὺς ἑαυτοῦ γονεῖς· ὁ ἄρχων ἐπὶ τούτου κάθητ̣α̣ι. παράνομά τις ἐν τῇ πόλει
[col. 22] γράφει· θεσμοθετῶν συνέδριον ἔστι. ἀπαγωγῆς ἄξια ποιεῖ· ἀρχὴ τῶν ἕνδεκα καθέστηκε. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων ἀδικημάτων ἁπάντων καὶ νόμους καὶ ἀρχὰς καὶ δικαστήρια τὰ προσήκοντα ἑκάστοις αὐτῶν ἀπέδοτε. ὑπὲρ τίνων οὖν οἴεσθε δεῖν τὰς εἰσαγγελίας γίγνεσθαι; τοῦτ' ἤδη καθ' ἕκαστον ἐν τῶι νόμωι ἐγράψατε, ἵνα μὴ ἀγνοῇ μηδείς. ἐάν τις, φησὶ, τὸν δῆμον τὸν Ἀθηναίων καταλύῃ· εἰκότως ὦ ἄνδρες δικασταί· ἡ γὰρ τοιαύτη αἰτία οὐ παραδέχεται σκῆψι[ν ο]ὐδεμίαν οὐδενὸς οὐδ' ὑπωμοσίαν, ἀλλὰ τὴν ταχίστην αὐτὴν δεῖ
[col. 23] εἶναι ἐν τῶι δικαστηρίωι· ἢ συνίηι ποι ἐπὶ καταλύσει τοῦ δήμου ἢ ἑταιρικὸν συναγάγῃ, ἢ ἐάν τις πόλιν τινὰ προδῶι ἢ ναῦς ἢ πεζὴν ἢ ναυτικὴν στρατιάν, ἢ ῥήτωρ ὢν μὴ λέγηι τὰ ἄριστα τῶι δήμωι τῶι Ἀθηναίων χρήματα λαμβάνων· τὰ μὲν ἄνω τοῦ νόμου κατὰ πάντων τῶν πολιτῶν γράψαντες (ἐκ πάντων γὰρ καὶ τἀδικήματα ταῦτα γένοιτ' ἄν), τὸ δὲ τελευταῖον τοῦ νόμου κατ' αὐτῶν τῶν ῥητόρων, παρ' οἷς ἔστιν καὶ τὸ γράφειν τὰ ψηφίσματα. ἐμαίνεσθε γὰρ ἄν, εἰ ἄλλον τινὰ τρόπον τὸν νόμον τοῦτον ἔθεσθε ἢ οὕτως, εἰ τὰς μὲν τι̣μὰς καὶ τὰς
[col. 24] ὠφελίας ἐκ τοῦ λέγειν οἱ ῥήτορες καρποῦνται, τοὺς δὲ κινδύνους ὑπὲρ αὐτῶν τοῖς ἰδιώταις ἀνεθήκατε. ἀλλ' ὅμως Πολύευκτος οὕτως ἐστὶν ἀνδρεῖος, ὥστε εἰσαγγελίαν διώκων οὐκ ἔφη δεῖν τοὺς φεύγοντας τῶι εἰσαγγελτικῶι νόμωι χρῆσθαι. καὶ οἱ μὲν ἄλλοι πάντες κατήγοροι, ὅταν οἴωνται δεῖν ἐν τῶι προτέρωι λόγωι ὑφελεῖν τῶν φευγόντων τὰς ἀπολογίας, τοῦτο παρακελεύονται τοῖς δικασταῖς, μὴ ἐθέλειν ἀκούειν τῶν ἀπολογουμένων, ἐάν τινες ἔξω τοῦ νόμου λέγωσιν, ἀλλ' ἀπαντᾶν πρὸς τὰ λεγόμενα καὶ κελεύειν τὸν νόμον ἀναγιγνώσκειν· σὺ δὲ τοὐναντίον
[col. 25] τὴν εἰς τοὺς νόμους καταφυγὴν ἐκ τῆς ἀπολογίας οἴει δεῖν ἀφελέσθαι Εὐξενίππ[ο]υ. Καὶ πρὸς τούτοις οὐδὲ βοηθεῖν οὐδένα φὴς δεῖν αὐτῷ οὐδὲ συναγορεύειν, ἀλλὰ παρακελεύῃ τοῖς δικασταῖς μὴ θέλειν ἀκούε̣ιν τῶν ἀναβαινόντων. καίτοι τί τού‹του› τῶν ἐν τῇ πόλει βέλτιον ἢ δ[η̣μ̣ο̣τικώτερόν ἐστι, πολλῶν καὶ ἄλλων καλῶν ὄντων, ἢ ὁπόταν τις ἰδιώτης εἰς ἀγῶνα καὶ κίνδυνον καταστὰς μὴ δύνηται ὑπὲρ ἑαυτοῦ ἀπολογεῖσθαι, τούτωι τὸν βουλόμενον τῶν πολιτῶν ἐξεῖναι ἀναβάντα βοηθῆσαι καὶ τοὺς δικαστὰς ὑπὲρ τοῦ πράγματος τὰ δίκαια διδάξαι;
[col. 26] ἀλλὰ νὴ Δία αὐτὸς τοιούτωι πράγματι οὐ κέχρησαι. ἀλλ' ὅτ' ἔφευγες τὸν ἀγῶνα ὑπ' Ἀλεξάνδρου τοῦ ἐξ Οἴου, δέκα μὲν συνηγόρους ἐκ τῆς Αἰγηίδος φυλῆς ᾐτήσω, ὧν καὶ ἐγὼ ε[ἷ]ς ἦν αἱρεθεὶς ὑπὸ σοῦ, ἐκ δὲ τῶν ἄλλων [Ἀ̣]θηναίων ἐκάλεις ἐπὶ τὸ δικαστήριον τοὺς βοηθήσοντάς σοι. καὶ τὰ μὲν ἄλλα τί δεῖ λέγειν; αὐτῶι δὲ τούτωι τῶι ἀγῶνι πῶς κέχρησαι; οὐ κατηγόρησας ὁπόσα ἐβούλου; οὐ Λυκοῦργον ἐκάλεις συγκατηγορήσοντα, οὔτε τῶι λέγειν οὐδενὸς τῶν ἐν τῇ πόλει καταδεέστερον ὄντα, παρὰ τούτοις τε μέτριον καὶ ἐπιεικῆ δοκοῦντα εἶναι; εἶτα σοὶ μὲν ἔξεστι καὶ φε[ύ̣]γοντι τοὺς βοηθήσοντας καλε[ῖ̣]ν
[col. 27] καὶ διώκοντι το[ὺ̣σ̣] συγκατηγόρους ἀναβιβάσασθαι, ὃς οὐ μόνον ὑπὲρ σεαυτοῦ δύνασαι εἰπεῖν, ἀλλὰ καὶ ὅλῃ πόλει πράγματα παρέχειν ἱκανὸς εἶ, Εὐξενίππῳ δ' ὅτι ἰδιώτης ἐστὶ καὶ πρεσβύτερος οὐδὲ τοὺς φίλους καὶ τοὺς οἰκείους ἐξέσται βοηθεῖν, εἰ δὲ μή, διαβληθήσονται ὑπὸ σοῦ; νὴ Δία· τὰ γὰρ πεπραγμένα αὐτῶι δεινά ἐστι καὶ ἄξια θανάτου, ὡς σὺ λέγεις ἐν τῆι κατηγορίᾳ. σκέψασθε δὴ ὦ ἄνδ[ρ̣]ες δικασταὶ καθ' ἓν ἕκαστον αὐτῶν ἐξετάζοντες. ὁ δῆμος προσέταξεν Εὐξενίππωι τρίτωι αὐτῶι ἐγκατακλιθῆναι εἰς τὸ ἱερόν, οὗτος δὲ κοιμηθεὶς ἐνύπνιόν φησιν ἰδεῖν,
[col. 28] ὃ τῶι δήμωι ἀπαγγεῖλαι. τοῦτ' εἰ μὲν ὑπελάμβανες ἀληθὲς εἶναι, καὶ ὃ εἶδεν ἐν τῶι ὕπνωι τοῦτ' αὐτὸν ἀπαγγεῖλαι πρὸς τὸν δῆμον, τί καὶ ἀδικεῖ, ἃ ὁ θεὸς αὐτῶι προσέταττε ταῦτ' ἐξαγγείλας πρὸς Ἀθηναίους; εἰ δέ, ὥσπερ νυνὶ λέγεις, ἡγοῦ αὐτὸν καταψεύσασθαι τοῦ θεοῦ καὶ χαριζόμενόν τισι μὴ τἀληθῆ ἀπηγγελκέναι τῶι δήμωι, οὐ ψήφισμα ἐχρῆν σε πρὸς τὸ ἐνύπνιον γράφειν, ἀλλ' ὅπερ ὁ πρότερος ἐμοῦ λέγων εἶπεν, εἰς Δελφοὺς πέμψαντα πυθέσθαι παρὰ τοῦ θεοῦ τὴν ἀλήθειαν. σὺ δὲ τοῦτο μὲν οὐκ ἐποίησας, ψήφισμα δὲ αὐτοτελὲς ἔγραψας κατὰ δυοῖν φυλαῖν οὐ μόνον ἀδικώτατον,
[col. 29] ἀλλὰ καὶ ἐναντίον αὐτὸ ἑαυτῶι· δι' ὅπερ ἥλως παρανόμων, οὐ δι' Εὐξένιππον. Ἐξετάσωμεν δὲ περὶ αὐτοῦ τουτονὶ τὸν τρόπον. αἱ φυλαὶ σύνδυο γενόμεναι τὰ ὄρη τὰ ἐν Ὠρωπῶι διείλοντο, τοῦ δήμου αὐταῖς δόντος. τοῦτο τὸ ὄρος ἔλαχεν Ἀκαμαντὶς καὶ Ἱπποθοωντίς. ταύτας τὰς φυλὰς ἔγραψας ἀποδοῦναι τὸ ὄρος τῶι Ἀμφιαράωι καὶ τὴν τιμὴν ὧν ἀπέδοντο, ὡς πρότερον τοὺς ὁριστὰς τοὺς πεντήκοντα ἐξελόντας αὐτὸ τῶι θεῶι καὶ ἀφορίσαντας, καὶ οὐ προσηκόντως τὰς δύο φυλὰς ἐχούσας τὸ ὄρος. μικρὸν δὲ διαλιπὼν ἐν ταὐτῷ ψηφίσματι γράφεις τὰς ὀκτὼ φυλὰς πορίσαι το̣‹ῖ›ν
[col. 30] δυοῖν φυλαῖν τὰ διάφορα καὶ ἀποδοῦναι, ὅπως ἂν μὴ ἐλαττῶνται. καίτοι εἰ μὲν ἴδιον ‹ὂν› τῶν φυλῶν ἀφῃροῦ τὸ ὄρος, πῶς οὐκ ὀργῆς ἄξιος ‹εἶ›; εἰ δὲ μὴ προσηκόντως εἶχον αὐτό, ἀλλὰ τοῦ θεοῦ ὄν, διὰ τί τὰς ἄλλας φυλὰς ἔγ[ρ̣]αφες αὐταῖς προσαποδιδόναι ἀργύριον; ἀγαπητὸν γὰρ ἦν αὐταῖς, εἰ τὰ τοῦ θεοῦ ἀποδώσουσιν καὶ μὴ προσαποτείσουσι ἀργύριον. Ταῦτ' ἐν τῶι δικαστηρίωι ἐξεταζόμενα οὐκ ὀρθῶς ἐδόκει γεγράφθαι, ἀλλὰ κατεψηφίσαντό σου οἱ δικασταί. εἶτ' εἰ μὲν ἀπέφυγες τὴν γραφήν, οὐκ ἂν κατεψεύσατο οὗτος τοῦ θεοῦ, ἐπειδὴ δὲ συνέβη σοι ἁλῶναι, Εὐξένιππον δεῖ ἀπολωλέναι; καὶ σοὶ
[col. 31] μὲν τῶι τοιοῦτο ψήφισμα γράψαντι πέντε καὶ εἴκοσι δραχμῶν ἐτιμήθη, τὸν δὲ κατακλιθέντα εἰς τὸ ἱερὸν τοῦ δήμου κελεύσαντος μηδ' ἐν τῆι Ἀττικῇ δεῖ τεθάφθαι; Ναί· δεινὰ γὰρ ἐποίησεν περὶ τὴν φιάλην, ἐάσας Ὀλυμπιάδα ἀναθεῖναι εἰς τὸ ἄγαλμα τῆς Ὑγιείας. τοῦτο γὰρ ὑπολαμβάνεις, ἐφόδιον ἑαυτῷ εἰς τὸν ἀγῶνα τὸ ἐκείνης ὄνομα παραφέρων καὶ κολακείαν ψευδῆ κατηγορῶν Εὐξενίππου, μῖσος καὶ ὀργὴν αὐτῷ συλλέξειν παρὰ τῶν δικαστῶν. δεῖ δὲ ὦ βέλτιστε μὴ ἐπὶ τῷ Ὀλυμπιάδος ὀνόματι καὶ τῷ Ἀλεξάνδρου τῶν πολιτῶν
[col. 32]τινα ζητεῖν κακόν τι ἐργάσασθαι, ἀλλ' ὅταν ἐκεῖνοι πρὸς τὸν δῆμον τὸν Ἀθηναίων ἐπιστέλλωσι μὴ τὰ δίκαια μηδὲ τὰ προσήκοντα, τότε ἀναστάντα ὑπὲρ τῆς πόλεως ἀντιλέγειν καὶ πρὸς τοὺς ἥκοντας παρ' αὐτῶν δικαιολογεῖσθαι καὶ εἰς τὸ κοινὸν τῶν Ἑλλήνων συνέδριον πορεύεσθαι βοηθήσοντα τῆι πατρίδι. σὺ δ' ἐκεῖ μὲν οὐδεπώποτε ἀνέστης οὐδὲ λόγον περὶ αὐτῶν ἐποιήσω, ἐνθάδε δὲ μισεῖς Ὀλυμπιάδα ἐπὶ τῶι ἀπολέσαι Εὐξένιππον, καὶ φὴς κόλακα αὐτὸν εἶναι ἐκείνης καὶ Μακεδόνων· 

Σόνια Σιούτη

Δεν υπάρχουν σχόλια: